Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.1 | Joseph. BJ 6.3 (English) | >>Joseph. BJ 6.12 |
6.1
τό γε μὴν πλῆθος τῶν σεσωρευμένων ἀνὰ τὴν πόλιν πτωμάτων ὄψει τε φρικῶδες ἦν καὶ λοιμώδη προσέβαλλεν ὀσμὴν πρός τε τὰς ἐκδρομὰς ἐμπόδιον τοῖς μαχομένοις · ὥσπερ γὰρ διὰ παρατάξεως φόνῳ μυρίῳ γεγυμνασμένης χωροῦντας ἔδει τὰ σώματα πατεῖν .
6.3οἱ δʼ ἐπιβαίνοντες οὔτʼ ἔφριττον οὔτʼ ἠλέουν οὔτε κλῃδόνα κακὴν σφῶν αὐτῶν ὑπελάμβανον τὴν εἰς τοὺς κατοιχομένους ὕβριν ,
6.4πεφυρμένοι δʼ ὁμοφύλῳ φόνῳ τὰς δεξιὰς ἐπὶ τὸν πρὸς τοὺς ἀλλοφύλους πόλεμον ἐξέθεον , ὀνειδίζοντες , ἔμοιγε δοκεῖν , τὸ θεῖον εἰς βραδυτῆτα τῆς ἐπʼ αὐτῶν κολάσεως · οὐ γὰρ ἐλπίδι νίκης ὁ πόλεμος , ἤδη δὲ ἀπογνώσει σωτηρίας ἐθρασύνετο .
6.5Ῥωμαῖοι δὲ
-- -- ἦν δʼ ἐλεεινὴ καὶ τῆς γῆς ἡ θέα · τὰ γὰρ πάλαι δένδρεσι καὶ παραδείσοις κεκοσμημένα τότε πανταχόθεν ἠρήμωτο καὶ περικέκοπτο τὴν ὕλην ,
6.7οὐδείς τε τὴν πάλαι Ἰουδαίαν καὶ τὰ περικαλλῆ προάστεια τῆς πόλεως ἑωρακὼς ἀλλόφυλος , ἔπειτα τὴν τότε βλέπων ἐρημίαν οὐκ ὠλοφύρατο καὶ κατεστέναξεν τὴν μεταβολὴν παρʼ ὅσον γένοιτο ·
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.1 | Joseph. BJ 6.3 (English) | >>Joseph. BJ 6.12 |